Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.100 Joseph. AJ 17.103 (English) >>Joseph. AJ 17.109

17.102καίτοι γε τοῦ μέλλοντος διάδοχον προαποδεδεῖχθαι καὶ τοῦ συναπολαυσομένου τιμῶν, αἳ εἰς τὸ παρὸν περιῆσαν, οὐκ ἐπικεκωλῦσθαι· εἰκός τε οὐκ εἶναι τὸν ἁπάντων ἀκινδύνως καὶ μετʼ ἀρετῆς ἔχοντα τὴν ἡμίσειαν μετὰ ψόγων καὶ κινδύνου ἐφίεσθαι τοῦ ὅλου ἄδηλον εἰ δυναμένου περιγενέσθαι, καὶ ταῦτα τεθεαμένον τὴν ζημίαν τῶν ἀδελφῶν καὶ μηνυτὴν μὲν καὶ κατηγορητὴν γενόμενον λανθάνειν δυναμένων, κολαστὴν δʼ ἐπεὶ φανεροὶ κατέστησαν πονηροὶ τὰ πρὸς τὸν πατέρα ὄντες. 17.103καὶ τάδε μὲν αὐτῷ τῶν ἐνταῦθα ἠγωνισμένων παραδείγματα εἶναι τῶν ἀκράτῳ εὐνοίᾳ πρὸς τὸν πατέρα πεπολιτευμένων· τῶν δʼ ἐπὶ Ῥώμης μάρτυρα εἶναι Καίσαρα ἐπίσης τῷ θεῷ ἀπατηθῆναι μὴ οἷόν τε ὄντα. 17.104ὧν πίστιν εἶναι τὰ ὑπʼ ἐκείνου γράμματα ἐπεσταλμένα, ὧν οὐ καλῶς ἔχειν ἰσχυροτέρας εἶναι τὰς διαβολὰς τῶν στασιάζειν αὐτοὺς προθεμένων τὰς πλείους ἀποδημίᾳ τῇ αὐτοῦ συντεθῆναι σχολῆς τοῖς ἐχθροῖς ἐγγενομένης, ἣν οὐκ ἂν αὐτοῖς ἐπιδημοῦντος παραγενέσθαι. 17.105διαβάλλοντος δὲ καὶ τὰς βασάνους εἰς ψευδολογίαν, ὡς τῆς ἀνάγκης φύσιν ἐχούσης διδάσκειν τοὺς ὑποπεσόντας τὰ πολλὰ ἡδονῇ τῶν ἐφεστηκότων λέγειν, 17.106καὶ παρέχοντος αὑτὸν εἰς βάσανον, ἐπὶ τούτοις τροπῆς τοῦ συνεδρίου γενομένης, σφόδρα γὰρ ᾤκτειραν τὸν Ἀντίπατρον δάκρυσίν τε καὶ αἰκίαις τοῦ προσώπου χρώμενον, ὥστε καὶ τοῖς ἐχθροῖς διʼ οἴκτου καταστῆναι φανερὸν δὲ ἤδη καὶ Ἡρώδην εἶναι καμπτόμενόν τι τῇ γνώμῃ καίπερ μὴ βουλόμενον ἔκδηλον εἶναι, Νικόλαος ἀρξάμενος οἷς τε βασιλεὺς κατήρξατο λόγοις παλιλλογεῖ μειζόνως ἐκδεινῶν καὶ ὁπόσα ἐκ βασάνων μαρτυριῶν συνῆγεν τὴν ἀπόδειξιν τοῦ ἐγκλήματος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.100 Joseph. AJ 17.103 (English) >>Joseph. AJ 17.109

Powered by PhiloLogic